Ancient Greek · ~2 min
Book 1, Chapter 13
Aristotle, Ῥητορική 1.13.13
Not analysed yet
τὸ γὰρ ἐπιεικὲς δοκεῖ δίκαιον εἶναι, ἔστιν δὲ ἐπιεικὲς τὸ παρὰ τὸν γεγραμμένον νόμον δίκαιον. συμβαίνει δὲ τοῦτο τὰ μὲν ἑκόντων τὰ δὲ ἀκόντων τῶν νομοθετῶν, ἀκόντων μὲν ὅταν λάθῃ, ἑκόντων δʼ ὅταν μὴ δύνωνται διορίσαι, ἀλλʼ ἀναγκαῖον μὲν ᾖ καθόλου εἰπεῖν, μὴ ᾖ δέ, ἀλλʼ ὡς ἐπὶ τὸ πολύ, καὶ ὅσα μὴ ῥᾴδιον διορίσαι διʼ ἀπειρίαν, οἷον τὸ τρῶσαι σιδήρῳ πηλίκῳ καὶ ποίῳ τινί· ὑπολείποι γὰρ ἂν ὁ αἰὼν διαριθμοῦντα.