Ancient Greek · ~6 min
1.14.1 to 1.14.6
Aristotle, Ῥητορική 1.14.1-6
Not analysed yet
ἀδίκημα δὲ μεῖζον, ὅσῳ ἂν ἀπὸ μείζονος ᾖ ἀδικίας· διὸ τὰ ἐλάχιστα μέγιστα, οἷον ὃ Μελανώπου Καλλίστρατος κατηγόρει, ὅτι παρελογίσατο τρία ἡμιωβέλια ἱερὰ τοὺς ναοποιούς· ἐπὶ δικαιοσύνης δὲ τοὐναντίον. ἔστιν δὲ ταῦτα ἐκ τοῦ ἐνυπάρχειν τῇ δυνάμει· ὁ γὰρ τρία ἡμιωβέλια ἱερὰ κλέψας κἂν ὁτιοῦν ἀδικήσειεν. ὁτὲ μὲν δὴ οὕτω τὸ μεῖζον, ὁτὲ δʼ ἐκ τοῦ βλάβους κρίνεται. καὶ οὗ μὴ ἔστιν ἴση τιμωρία, ἀλλὰ πᾶσα ἐλάττων. καὶ οὗ μὴ ἔστιν ἴασις· χαλεπὸν γὰρ †καὶ ἀδύνατον†. καὶ οὗ μὴ ἔστιν δίκην λαβεῖν τὸν παθόντα· ἀνίατον γάρ· ἡ γὰρ δίκη καὶ κόλασις καὶ ἴασις. καὶ εἰ ὁ παθὼν καὶ ἀδικηθεὶς αὐτὸς αὑτὸν μεγάλως ἐκόλασεν· ἔτι γὰρ μείζονι ὁ ποιήσας δίκαιος κολασθῆναι, οἷον Σοφοκλῆς ὑπὲρ Εὐκτήμονος συνηγορῶν, ἐπεὶ ἀπέσφαξεν ἑαυτὸν ὑβρισθείς, οὐ τιμήσειν ἔφη ἐλάττονος ἢ ὁ παθὼν ἑαυτῷ ἐτίμησεν. καὶ ὃ μόνος ἢ πρῶτος ἢ μετʼ ὀλίγων πεποίηκεν. καὶ τὸ πολλάκις τὸ αὐτὸ ἁμαρτάνειν . καὶ διʼ ὃ ἂν ζητηθῇ καὶ εὑρεθῇ τὰ κωλύοντα καὶ ζημιοῦντα, οἷον ἐν Ἄργει ζημιοῦται διʼ ὃν ἂν νόμος τεθῇ καὶ διʼ οὓς τὸ δεσμωτήριον ᾠκοδομήθη. καὶ τὸ θηριωδέστερον ἀδίκημα μεῖζον. καὶ ὃ ἐκ προνοίας μᾶλλον. καὶ ὃ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον ἢ ἐλεοῦσιν. καὶ τὰ μὲν ῥητορικά ἐστι τοιαῦτα, ὅτι πολλὰ ἀνῄρηκεν ἢ ὑπερβέβηκεν, οἷον ὅρκους, δεξιάς, πίστεις, ἐπιγαμίας· πολλῶν γὰρ ἀδικημάτων ὑπεροχή. καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομαρτυροῦντες· ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν, εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ; καὶ ἐφʼ οἷς αἰσχύνη μάλιστα. καὶ εἰ τοῦτον ὑφʼ οὗ εὖ πέπονθεν· πλείω γὰρ ἀδικεῖ, ὅτι τε κακῶς ποιεῖ καὶ ὅτι οὐκ εὖ.