Ancient Greek · ~2 min
Book 1, Chapter 15
Aristotle, Ῥητορική 1.15.17
Not analysed yet
οἱ δʼ ἄπωθεν περὶ τούτων πιστότεροι, πιστότατοι δʼ οἱ παλαιοί· ἀδιάφθοροι γάρ. πιστώματα δὲ περὶ μαρτυριῶν μάρτυρας μὲν μὴ ἔχοντι, ὅτι ἐκ τῶν εἰκότων δεῖ κρίνειν καὶ τοῦτʼ ἐστὶ τὸ γνώμῃ τῇ ἀρίστῃ, καὶ ὅτι οὐκ ἔστιν ἐξαπατῆσαι τὰ εἰκότα ἐπὶ ἀργυρίῳ, καὶ ὅτι οὐχ ἁλίσκεται τὰ εἰκότα ψευδομαρτυριῶν· ἔχοντι δὲ πρὸς μὴ ἔχοντα, ὅτι οὐχ ὑπόδικα τὰ εἰκότα, καὶ ὅτι οὐδὲν ἂν ἔδει μαρτυριῶν, εἰ ἐκ τῶν λόγων ἱκανὸν ἦν θεωρῆσαι.