Ancient Greek · ~2 min
Book 1, Chapter 15
Aristotle, Ῥητορική 1.15.25
Not analysed yet
καὶ τὸ μὲν δίκαιον οὐκ ἔστιν μεταστρέψαι οὔτʼ ἀπάτῃ οὔτʼ ἀνάγκῃ (πεφυκὸς γάρ ἐστιν), συνθῆκαι δὲ γίγνονται καὶ ἐξαπατηθέντων καὶ ἀναγκασθέντων. πρὸς δὲ τούτοις σκοπεῖν εἰ ἐναντία ἐστί τινι τῶν γεγραμμένων νόμων ἢ τῶν κοινῶν, καὶ τῶν γεγραμμένων ἢ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις, ἔπειτα εἰ ἢ ἄλλαις συνθήκαις ὑστέραις ἢ προτέραις· ἢ γὰρ αἱ ὕστεραι κύριαι, ἄκυροι δʼ αἱ πρότεραι, ἢ αἱ πρότεραι ὀρθαί, αἱ δʼ ὕστεραι ἠπατήκασιν, ὁποτέρως ἂν ᾖ χρήσιμον. ἔτι δὲ τὸ συμφέρον ὁρᾶν, εἴ που ἐναντιοῦται τοῖς κριταῖς, καὶ ὅσα ἄλλα τοιαῦτα· καὶ γὰρ ταῦτα εὐθεώρητα ὁμοίως.