Ancient Greek · ~2 min
1.15.27 to 1.15.28
Aristotle, Ῥητορική 1.15.27-28
Not analysed yet
περὶ δʼ ὅρκων τετραχῶς ἔστι διελεῖν· ἢ γὰρ δίδωσι καὶ λαμβάνει, ἢ οὐδέτερον, ἢ τὸ μὲν τὸ δʼ οὔ, καὶ τούτων ἢ δίδωσιν μὲν οὐ λαμβάνει δέ, ἢ λαμβάνει μὲν δίδωσιν δὲ οὔ. ἔτι ἄλλως παρὰ ταῦτα, εἰ ὀμώμοσται οὗτος ὑπʼ αὐτοῦ ἢ ὑπʼ ἐκείνου. οὐ δίδωσιν μὲν οὖν, ὅτι ῥᾳδίως ἐπιορκοῦσιν, καὶ ὅτι ὁ μὲν ὀμόσας οὐκ ἀποδίδωσιν, τοὺς δὲ μὴ ὀμόσαντος οἴεται καταδικάσειν, καὶ οὗτος ὁ κίνδυνος κρείττων, ὁ ἐν τοῖς δικασταῖς· τοῖς μὲν γὰρ πιστεύει τῷ δʼ οὔ.