Ancient Greek · ~2 min
Book 1, Chapter 15
Aristotle, Ῥητορική 1.15.6
Not analysed yet
καὶ ὅτι τὸ μὲν ἐπιεικὲς ἀεὶ μένει καὶ οὐδέποτε μεταβάλλει, οὐδʼ ὁ κοινός (κατὰ φύσιν γάρ ἐστιν), οἱ δὲ γεγραμμένοι πολλάκις, ὅθεν εἴρηται τὰ ἐν τῇ Σοφοκλέους Ἀντιγόνῃ· ἀπολογεῖται γὰρ ὅτι ἔθαψε παρὰ τὸν τοῦ Κρέοντος νόμον, ἀλλʼ οὐ παρὰ τὸν ἄγραφον, οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε ταῦτʼ οὖν ἐγὼ οὐκ ἔμελλον ἀνδρὸς οὐδενός . Soph. Ant. 456, 458