Ancient Greek
Book 1, Chapter 2
Aristotle, Ῥητορική 1.2.20
Not analysed yet
τῶν δὲ ἐνθυμημάτων μεγίστη διαφορὰ καὶ μάλιστα λεληθυῖα σχεδὸν παρὰ πᾶσίν ἐστιν ἥπερ καὶ περὶ τὴν διαλεκτικὴν μέθοδον τῶν συλλογισμῶν· τὰ μὲν γὰρ αὐτῶν ἐστι κατὰ τὴν ῥητορικὴν ὥσπερ καὶ κατὰ τὴν διαλεκτικὴν μέθοδον τῶν συλλογισμῶν, τὰ δὲ κατʼ ἄλλας τέχνας καὶ δυνάμεις, τὰς μὲν οὔσας τὰς δʼ οὔπω κατειλημμένας· διὸ καὶ λανθάνουσίν τε τοὺς ἀκροατὰς καὶ ἁπτόμενοι κατὰ τρόπον μεταβαίνουσιν ἐξ αὐτῶν. μᾶλλον δὲ σαφὲς ἔσται τὸ λεγόμενον διὰ πλειόνων ῥηθέν.