# Ῥητορική 1.3.6

Aristotle, Ῥητορική, Book 1, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-18/1.3.6

σημεῖον δʼ ὅτι τὸ εἰρημένον ἑκάστοις τέλος· περὶ μὲν γὰρ τῶν ἄλλων ἐνίοτε οὐκ ἂν ἀμφισβητήσαιεν, οἷον ὁ δικαζόμενος ὡς οὐ γέγονεν ἢ οὐκ ἔβλαψεν· ὅτι δʼ ἀδικεῖ οὐδέποτʼ ἂν ὁμολογήσειεν· οὐδὲν γὰρ ἂν ἔδει δίκης. ὁμοίως δὲ καὶ οἱ συμβουλεύοντες τὰ μὲν ἄλλα πολλάκις προΐενται, ὡς δὲ ἀσύμφορα συμβουλεύουσιν ἢ ἀπʼ ὠφελίμων ἀποτρέπουσιν οὐκ ἂν ὁμολογήσαιεν· ὡς δʼ ἄδικον τοὺς ἀστυγείτονας καταδουλοῦσθαι καὶ τοὺς μηδὲν ἀδικοῦντας, πολλάκις οὐδὲν φροντίζουσιν. ὁμοίως δὲ καὶ οἱ ἐπαινοῦντες καὶ οἱ ψέγοντες οὐ σκοποῦσιν εἰ συμφέροντα ἔπραξεν ἢ βλαβερά, ἀλλὰ καὶ ἐν ἐπαίνῳ πολλάκις τιθέασιν ὅτι ὀλιγωρήσας τοῦ αὑτῷ λυσιτελοῦντος ἔπραξεν ὅ τι καλόν, οἷον Ἀχιλλέα ἐπαινοῦσιν ὅτι ἐβοήθησε τῷ ἑταίρῳ Πατρόκλῳ εἰδὼς ὅτι δεῖ αὐτὸν ἀποθανεῖν ἐξὸν ζῆν. τούτῳ δὲ ὁ μὲν τοιοῦτος θάνατος κάλλιον, τὸ δὲ ζῆν συμφέρον.

---

Aristotle, Ῥητορική, ed. William David Ross. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg038.local001/.
