Ancient Greek · ~3 min
1.4.10 to 1.4.11
Aristotle, Ῥητορική 1.4.10-11
Not analysed yet
ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας μὴ λανθάνειν πῶς φυλάττεται, ἀλλὰ καὶ τὸ πλῆθος εἰδέναι τῆς φυλακῆς καὶ τὸ εἶδος καὶ τοὺς τόπους τῶν φυλακτηρίων (τοῦτο δʼ ἀδύνατον μὴ ἔμπειρον ὄντα τῆς χώρας), ἵνʼ εἴ τʼ ἐλάττων ἡ φυλακὴ προστεθῇ καὶ εἴ τις περίεργος ἀφαιρεθῇ καὶ τοὺς ἐπιτηδείους τόπους τηρῶσι μᾶλλον. ἔτι δὲ περὶ τροφῆς, πόση ἱκανὴ τῇ πόλει καὶ ποία, ἡ αὐτοῦ τε γιγνομένη καὶ ἡ εἰσαγώγιμος, καὶ τίνων τʼ ἐξαγωγῆς δέονται καὶ τίνων καὶ παρὰ τίνων εἰσαγωγῆς, ἵνα πρὸς τούτους καὶ συνθῆκαι καὶ συμβολαὶ γίγνωνται· πρὸς δύο γὰρ διαφυλάττειν ἀναγκαῖον ἀνεγκλήτους τοὺς πολίτας, πρός τε τοὺς κρείττους καὶ πρὸς τοὺς εἰς ταῦτα χρησίμους.