Ancient Greek · ~3 min
Book 1, Chapter 5
Aristotle, Ῥητορική 1.5.17
Not analysed yet
εὐτυχία δέ ἐστιν, ὧν ἡ τύχη ἀγαθῶν αἰτία, ταῦτα γίγνεσθαι καὶ ὑπάρχειν ἢ πάντα ἢ τὰ πλεῖστα ἢ τὰ μέγιστα. αἰτία δʼ ἐστὶν ἡ τύχη ἐνίων μὲν καὶ ὧν αἱ τέχναι, πολλῶν δὲ καὶ ἀτέχνων, οἷον ὅσων ἡ φύσις (ἐνδέχεται δὲ καὶ παρὰ φύσιν εἶναι)· ὑγιείας μὲν γὰρ τέχνη αἰτία, κάλλους δὲ καὶ μεγέθους φύσις. ὅλως δὲ τὰ τοιαῦτα τῶν ἀγαθῶν ἐστιν ἀπὸ τύχης ἐφʼ οἷς ἐστιν ὁ φθόνος. ἔστιν δὲ καὶ τῶν παρὰ λόγον ἀγαθῶν αἰτία τύχη, οἷον εἰ οἱ ἄλλοι ἀδελφοὶ αἰσχροί, ὁ δὲ καλός, ἢ οἱ ἄλλοι μὴ εἶδον τὸν θησαυρόν, ὁ δʼ εὗρεν, ἢ εἰ τοῦ πλησίον ἔτυχεν τὸ βέλος, τούτου δὲ μή, ἢ εἰ μὴ ἦλθε μόνος, ἀεὶ φοιτῶν, οἱ δὲ ἅπαξ ἐλθόντες διεφθάρησαν· πάντα γὰρ τὰ τοιαῦτα εὐτυχήματα δοκεῖ εἶναι.