Ancient Greek · ~3 min
Book 1, Chapter 5
Aristotle, Ῥητορική 1.5.6
Not analysed yet
εὐτεκνία δὲ καὶ πολυτεκνία οὐκ ἄδηλα. ἔστιν δὲ τῷ κοινῷ μὲν ,νεότης ἂν ᾖ πολλὴ καὶ ἀγαθή, ἀγαθὴ δὲ κατʼ ἀρετὴν σώματος, οἷον μέγεθος, κάλλος, ἰσχύν, δύναμιν ἀγωνιστικήν· ψυχῆς δὲ σωφροσύνη καὶ ἀνδρεία νέου ἀρεταί· ἰδίᾳ δὲ εὐτεκνία καὶ πολυτεκνία τὸ τὰ ἴδια τέκνα πολλὰ καὶ τοιαῦτα εἶναι, καὶ θήλεα καὶ ἄρρενα· θηλειῶν δὲ ἀρετὴ σώματος μὲν κάλλος καὶ μέγεθος, ψυχῆς δὲ σωφροσύνη καὶ φιλεργία ἄνευ ἀνελευθερίας. ὁμοίως δὲ καὶ ἰδίᾳ καὶ κοινῇ, καὶ κατʼ ἄνδρας καὶ κατὰ γυναῖκας, δεῖ ζητεῖν ἕκαστον ὑπάρχειν τῶν τοιούτων· ὅσοις γὰρ τὰ κατὰ γυναῖκας φαῦλα ὥσπερ Λακεδαιμονίοις, σχεδὸν κατὰ τὸ ἥμισυ οὐκ εὐδαιμονοῦσιν.