Ancient Greek
1.6.14 to 1.6.23
Aristotle, Ῥητορική 1.6.14-23
Not analysed yet
δύναμις τοῦ λέγειν, τοῦ πράττειν· ποιητικὰ γὰρ πάντα τὰ τοιαῦτα ἀγαθῶν. ἔτι εὐφυΐα, μνήμη, εὐμάθεια, ἀγχίνοια, πάντα τὰ τοιαῦτα· ποιητικαὶ γὰρ αὗται ἀγαθῶν αἱ δυνάμεις εἰσίν. ὁμοίως δὲ καὶ αἱ ἐπιστῆμαι πᾶσαι καὶ αἱ τέχναι. καὶ τὸ ζῆν· εἰ γὰρ μηδὲν ἄλλο ἕποιτο ἀγαθόν, καθʼ αὑτὸ αἱρετόν ἐστιν. καὶ τὸ δίκαιον· συμφέρον γάρ τι κοινῇ ἐστιν. ταῦτα μὲν οὖν σχεδὸν τὰ ὁμολογούμενα ἀγαθά ἐστιν· ἐν δὲ τοῖς ἀμφισβητησίμοις ἐκ τῶνδε οἱ συλλογισμοί. ᾧ τὸ ἐναντίον κακόν, τοῦτʼ ἀγαθόν. καὶ οὗ τὸ ἐναντίον τοῖς ἐχθροῖς συμφέρει· οἷον εἰ τὸ δειλοὺς εἶναι μάλιστα συμφέρει τοῖς ἐχθροῖς, δῆλον ὅτι ἀνδρεία μάλιστα ὠφέλιμον τοῖς πολίταις. καὶ ὅλως ὃ οἱ ἐχθροὶ βούλονται ἢ ἐφʼ ᾧ χαίρουσι, τοὐναντίον τούτου ὠφέλιμον φαίνεται· διὸ εἴρηται ἦ κεν γηθήσαι Πρίαμος. Hom. Il. 1. 255 ἔστι δʼ οὐκ ἀεὶ τοῦτο, ἀλλʼ ὡς ἐπὶ τὸ πολύ· οὐδὲν γὰρ κωλύει ἐνίοτε ταὐτὸ συμφέρειν τοῖς ἐναντίοις· ὅθεν λέγεται ὡς τὰ κακὰ συνάγει τοὺς ἀνθρώπους, ὅταν ᾖ ταὐτὸ βλαβερὸν ἀμφοῖν. καὶ οὗ μὴ ἔστιν ὑπερβολή, τοῦτο ἀγαθόν, ὃ δʼ ἂν ᾖ μεῖζον ἢ δεῖ, κακόν. καὶ οὗ ἕνεκα πολλὰ πεπόνηται ἢ δεδαπάνηται· φαινόμενον γὰρ ἀγαθὸν ἤδη, καὶ ὡς τέλος τὸ τοιοῦτον ὑπολαμβάνεται, καὶ τέλος πολλῶν, τὸ δὲ τέλος ἀγαθόν. ὅθεν ταῦτʼ εἴρηται κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ Hom. Il. 2. 160 καὶ αἰσχρόν τοι δηρόν τε μένειν. Hom. Il. 2. 298 καὶ ἡ παροιμία δὲ τὸ ἐπὶ θύραις τὴν ὑδρίαν. καὶ οὗ οἱ πολλοὶ ἐφίενται, καὶ τὸ περιμάχητον φαινόμενον· οὗ γὰρ πάντες ἐφίενται, τοῦτο ἀγαθὸν ἦν, οἱ δὲ πολλοὶ ὥσπερ πάντες φαίνονται.