Ancient Greek · ~2 min
Book 1, Chapter 7
Aristotle, Ῥητορική 1.7.21
Not analysed yet
καὶ ὃ κρίνειαν ἂν ἢ κεκρίκασιν οἱ φρόνιμοι ἢ πάντες ἢ οἱ πολλοὶ ἢ οἱ πλείους ἢ οἱ κράτιστοι ἀγαθὸν μεῖζον, ἀνάγκη οὕτως ἔχειν, ἢ ἁπλῶς ἢ ᾗ κατὰ τὴν φρόνησιν ἔκριναν. ἔστι δὲ τοῦτο κοινὸν καὶ κατὰ τῶν ἄλλων· καὶ γὰρ τὶ καὶ ποσὸν καὶ ποιὸν οὕτως ἔχει ὡς ἂν ἡ ἐπιστήμη καὶ ἡ φρόνησις εἴποι. ἀλλʼ ἐπʼ ἀγαθῶν εἰρήκαμεν· ὥρισται γὰρ ἀγαθὸν εἶναι ὃ λαβὸν φρόνησιν ἕλοιτʼ ἂν ἕκαστον· δῆλον οὖν ὅτι καὶ μεῖζον ὃ μᾶλλον ἡ φρόνησις λέγει.