Ancient Greek · ~2 min
Book 1, Chapter 7
Aristotle, Ῥητορική 1.7.31
Not analysed yet
καὶ τὰ τῶν ὁμολογουμένων ἢ φαινομένων μεγάλων μείζω. καὶ διαιρούμενα δὲ εἰς τὰ μέρη τὰ αὐτὰ μείζω φαίνεται. πλεῖον γὰρ ὑπερέχειν φαίνεται, ὅθεν καὶ ὁ ποιητής φησι πεῖσαι τὸν Μελέαγρον ἀναστῆναι ὅσσα κάκʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· λαοὶ μὲν φθινύθουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσιν. Hom. Il. 9. 592-594 καὶ τὸ συντιθέναι δὲ καὶ ἐποικοδομεῖν, ὥσπερ Ἐπίχαρμος, διά τε τὸ αὐτὸ τῇ διαιρέσει (ἡ γὰρ σύνθεσις ὑπεροχὴν δείκνυσι πολλήν) καὶ ὅτι ἀρχὴ φαίνεται μεγάλων καὶ αἴτιον.