Ancient Greek · ~2 min
Book 1, Chapter 8
Aristotle, Ῥητορική 1.8.4
Not analysed yet
ἔστιν δὲ δημοκρατία μὲν πολιτεία ἐν ᾗ κλήρῳ διανέμονται τὰς ἀρχάς, ὀλιγαρχία δὲ ἐν ᾗ οἱ ἀπὸ τιμημάτων, ἀριστοκρατία δὲ ἐν ᾗ κατὰ τὴν παιδείαν· παιδείαν δὲ λέγω τὴν ὑπὸ τοῦ νόμου κειμένην. οἱ γὰρ ἐμμεμενηκότες ἐν τοῖς νομίμοις ἐν τῇ ἀριστοκρατίᾳ ἄρχουσιν. ἀνάγκη δὲ τούτους φαίνεσθαι ἀρίστους, ὅθεν καὶ τοὔνομα εἴληφεν τοῦτο. μοναρχία δʼ ἐστὶν κατὰ τοὔνομα ἐν ᾗ εἷς ἁπάντων κύριός ἐστιν· τούτων δὲ ἡ μὲν κατὰ τάξιν τινὰ βασιλεία, ἡ δʼ ἀόριστος τυραννίς.