Ancient Greek · ~1 min
Book 1, Chapter 8
Aristotle, Ῥητορική 1.8.7
Not analysed yet
ὧν μὲν οὖν δεῖ ὀρέγεσθαι προτρέποντας ὡς ἐσομένων ἢ ὄντων, καὶ ἐκ τίνων δεῖ τὰς περὶ τοῦ συμφέροντος πίστεις λαμβάνειν, ἔτι δὲ τῶν περὶ τὰς πολιτείας ἠθῶν καὶ νομίμων διὰ τίνων τε καὶ πῶς εὐπορήσομεν, ἐφʼ ὅσον ἦν τῷ παρόντι καιρῷ σύμμετρον, εἴρηται· διηκρίβωται γὰρ ἐν τοῖς Πολιτικοῖς περὶ τούτων.