Ancient Greek
Book 1, Chapter 9
Aristotle, Ῥητορική 1.9.31
Not analysed yet
καὶ ὅσα κατὰ τὸ προσῆκον, οἷον εἰ ἄξια τῶν προγόνων καὶ τῶν προϋπηργμένων· εὐδαιμονικὸν γὰρ καὶ καλὸν καὶ τὸ προσεπικτᾶσθαι τιμήν. καὶ εἰ παρὰ τὸ προσῆκον ἐπὶ δὲ τὸ βέλτιον καὶ τὸ κάλλιον, οἷον εἰ εὐτυχῶν μὲν μέτριος, ἀτυχῶν δὲ μεγαλόψυχος, ἢ μείζων γιγνόμενος βελτίων καὶ καταλλακτικώτερος. τοιοῦτον δὲ τὸ τοῦ Ἰφικράτους, ἐξ οἵων εἰς οἷα, καὶ τὸ τοῦ Ὀλυμπιονίκου πρόσθε μὲν ἀμφʼ ὤμοισιν ἔχων τραχεῖαν, καὶ τὸ τοῦ Σιμωνίδου ἣ πατρός τε καὶ ἀνδρὸς ἀδελφῶν τʼ οὖσα τυράννων.