# Ῥητορική 1.9.38

Aristotle, Ῥητορική, Book 1, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-18/1.9.38

χρηστέον δὲ καὶ τῶν αὐξητικῶν πολλοῖς, οἷον εἰ μόνος ἢ πρῶτος ἢ μετʼ ὀλίγων ἢ καὶ μάλιστα πεποίηκεν· ἅπαντα γὰρ ταῦτα καλά. καὶ τῷ ἐκ τῶν χρόνων καὶ τῶν καιρῶν· τούτῳ δʼ εἰ παρὰ τὸ προσῆκον. καὶ εἰ πολλάκις τὸ αὐτὸ κατώρθωκεν· μέγα γὰρ καὶ οὐκ ἀπὸ τύχης ἀλλὰ διʼ αὑτοῦ ἂν δόξειεν. καὶ εἰ τὰ προτρέποντα καὶ τιμῶντα διὰ τοῦτον εὕρηται καὶ κατεσκευάσθη, καὶ εἰς τοῦτον πρῶτον ἐγκώμιον ἐποιήθη, οἷον εἰς Ἱππόλοχον, καὶ εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα τὸ ἐν ἀγορᾷ σταθῆναι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐναντίων. κἂν μὴ καθʼ αὑτὸν εὐπορῇς, πρὸς ἄλλους ἀντιπαραβάλλειν, ὅπερ Ἰσοκράτης ἐποίει διὰ τὴν ἀσυνήθειαν τοῦ δικολογεῖν. δεῖ δὲ πρὸς ἐνδόξους συγκρίνειν· αὐξητικὸν γὰρ καὶ καλόν, εἰ σπουδαίων βελτίων.

---

Aristotle, Ῥητορική, ed. William David Ross. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg038.local001/.
