Ancient Greek
Book 2, Chapter 14
Aristotle, Ῥητορική 2.14.4
Not analysed yet
ἀκμάζει δὲ τὸ μὲν σῶμα ἀπὸ τῶν τριάκοντα ἐτῶν μέχρι τῶν πέντε καὶ τριάκοντα, ἡ δὲ ψυχὴ περὶ τὰ ἑνὸς δεῖν πεντήκοντα. περὶ μὲν οὖν νεότητος καὶ γήρως καὶ ἀκμῆς, ποίων ἠθῶν ἕκαστόν ἐστιν, εἰρήσθω τοσαῦτα.