Ancient Greek · ~2 min
2.19.23 to 2.19.25
Aristotle, Ῥητορική 2.19.23-25
Not analysed yet
καὶ περὶ τοῦ ἐσομένου ἐκ τῶν αὐτῶν δῆλον· τό τε γὰρ ἐν δυνάμει καὶ ἐν βουλήσει ὂν ἔσται, καὶ τὰ ἐν ἐπιθυμίᾳ καὶ ὀργῇ καὶ λογισμῷ μετὰ δυνάμεως ὄντα, ταῦτα καὶ ἐν ὁρμῇ τοῦ ποιεῖν ἢ μελλήσει ἔσται· ὡς γὰρ ἐπὶ τὸ πολὺ γίγνεται μᾶλλον τὰ μέλλοντα ἢ τὰ μὴ μέλλοντα. καὶ εἰ προγέγονε ὅσα πρότερον πέφυκε γίγνεσθαι, οἷον εἰ συννεφεῖ, εἰκὸς ὗσαι. καὶ εἰ τὸ ἕνεκα τούτου γέγονε, καὶ τοῦτο εἰκὸς γενέσθαι, οἷον εἰ θεμέλιος, καὶ οἰκία.