Ancient Greek · ~2 min
Book 2, Chapter 2
Aristotle, Ῥητορική 2.2.9
Not analysed yet
φανερὸν οὖν ἐκ τούτων ἤδη πῶς τε ἔχοντες ὀργίζονται αὐτοὶ καὶ τίσιν καὶ διὰ ποῖα. αὐτοὶ μὲν γάρ, ὅταν λυπῶνται· ἐφίεται γάρ τινος ὁ λυπούμενος· ἐάν τε οὖν κατʼ εὐθυωρίαν ὁτιοῦν ἀντικρούσῃ τις, οἷον τῷ διψῶντι πρὸς τὸ πιεῖν, ἐάν τε μή, ὁμοίως ταὐτὸ φαίνεται ποιεῖν· καὶ ἐάν τε ἀντιπράττῃ τις ἐάν τε μὴ συμπράττῃ ἐάν τε ἄλλο τι ἐνοχλῇ οὕτως ἔχοντα, πᾶσιν ὀργίζεται·