Ancient Greek · ~2 min
Book 2, Chapter 21
Aristotle, Ῥητορική 2.21.11
Not analysed yet
χρῆσθαι δὲ δεῖ καὶ ταῖς τεθρυλημέναις καὶ κοιναῖς γνώμαις, ἐὰν ὦσι χρήσιμοι· διὰ γὰρ τὸ εἶναι κοιναί, ὡς ὁμολογούντων πάντων, ὀρθῶς ἔχειν δοκοῦσιν, οἷον παρακαλοῦντι ἐπὶ τὸ κινδυνεύειν μὴ θυσαμένους εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης, Hom. Il. 12. 243 καὶ ἐπὶ τὸ ἥττους ὄντας ξυνὸς Ἐνυάλιος, Hom. Il. 18. 309 καὶ ἐπὶ τὸ ἀναιρεῖν τῶν ἐχθρῶν τὰ τέκνα καὶ μηδὲν ἀδικοῦντα νήπιος ὃς πατέρα κτείνας παῖδας καταλείπει.