# Ῥητορική 2.21.6

Aristotle, Ῥητορική, Book 2, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-18/2.21.6

τῶν δὲ μετʼ ἐπιλόγου αἱ μὲν ἐνθυμήματος μέρος εἰσίν, ὥσπερ χρὴ δʼ οὔ ποθʼ ὅστις ἀρτίφρων, Eur. Med. 294 αἱ δʼ ἐνθυμηματικαὶ μέν, οὐκ ἐνθυμήματος δὲ μέρος· αἵπερ καὶ μάλιστʼ εὐδοκιμοῦσιν. εἰσὶν δʼ αὗται ἐν ὅσαις ἐμφαίνεται τοῦ λεγομένου τὸ αἴτιον, οἷον ἐν τῷ ἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν· τὸ μὲν γὰρ φάναι μὴ δεῖν φυλάττειν γνώμη, τὸ δὲ προσκείμενον θνητὸν ὄντα τὸ διὰ τί. ὁμοίως δὲ καὶ θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.

---

Aristotle, Ῥητορική, ed. William David Ross. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg038.local001/.
