Ancient Greek · ~2 min
Book 2, Chapter 21
Aristotle, Ῥητορική 2.21.7
Not analysed yet
φανερὸν οὖν ἐκ τῶν εἰρημένων πόσα τε εἴδη γνώμης, καὶ περὶ ποῖον ἕκαστον ἁρμόττει· περὶ μὲν γὰρ τῶν ἀμφισβητουμένων ἢ παραδόξων μὴ ἄνευ ἐπιλόγου, ἀλλʼ ἢ προθέντα τὸν ἐπίλογον γνώμῃ χρῆσθαι τῷ συμπεράσματι (οἷον εἴ τις εἴποι ἐγὼ μὲν οὖν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ οὔτʼ ἀργὸν εἶναι, οὔ φημι χρῆναι παιδεύεσθαι), ἢ τοῦτο προειπόντα ἐπειπεῖν τὰ ἔμπροσθεν· περὶ δὲ τῶν μὴ παραδόξων ἀδήλων δὲ προστιθέντα τὸ διότι στρογγυλώτατα.