Ancient Greek · ~2 min
Book 2, Chapter 22
Aristotle, Ῥητορική 2.22.8
Not analysed yet
οὐδὲν δὲ διαφέρει περὶ Ἀθηναίων ἢ Λακεδαιμονίων, ἢ ἀνθρώπου ἢ θεοῦ, τὸ αὐτὸ τοῦτο δρᾶν· καὶ γὰρ συμβουλεύοντα τῷ Ἀχιλλεῖ, καὶ ἐπαινοῦντα καὶ ψέγοντα, καὶ κατηγοροῦντα καὶ ἀπολογούμενον ὑπὲρ αὐτοῦ, τὰ ὑπάρχοντα ἢ δοκοῦντα ὑπάρχειν ληπτέον, ἵνʼ ἐκ τούτων λέγωμεν, ἐπαινοῦντες ἢ ψέγοντες εἴ τι καλὸν ἢ αἰσχρὸν ὑπάρχει, κατηγοροῦντες δʼ ἢ ἀπολογούμενοι εἴ τι δίκαιον ἢ ἄδικον, συμβουλεύοντες δʼ εἴ τι συμφέρον ἢ βλαβερόν.