Ancient Greek · ~2 min
Book 2, Chapter 23
Aristotle, Ῥητορική 2.23.20
Not analysed yet
ἄλλος τὸ οὗ ἕνεκʼ ἂν εἴη ἢ γένοιτο, τούτου ἕνεκα φάναι εἶναι ἢ γεγενῆσθαι, οἷον εἰ δοίη τίς τινι ἵνʼ ἀφελόμενος λυπήσῃ, ὅθεν καὶ τοῦτʼ εἴρηται, πολλοῖς ὁ δαίμων οὐ κατʼ εὔνοιαν φέρων μεγάλα δίδωσιν εὐτυχήματʼ, ἀλλʼ ἵνα τὰς συμφορὰς λάβωσιν ἐπιφανεστέρας. καὶ τὸ ἐκ τοῦ Μελεάγρου τοῦ Ἀντιφῶντος, οὐχ ὡς κτάνωσι θῆρʼ, ὅπως δὲ μάρτυρες ἀρετῆς γένωνται Μελεάγρῳ πρὸς Ἑλλάδα. Antiphon fr. 2 καὶ τὸ ἐκ τοῦ Αἴαντος τοῦ Θεοδέκτου, ὅτι ὁ Διομήδης προείλετο Ὀδυσσέα οὐ τιμῶν, ἀλλʼ ἵνα ἥττων ᾖ ὁ ἀκολουθῶν· ἐνδέχεται γὰρ τούτου ἕνεκα ποιῆσαι.