Ancient Greek · ~2 min
Book 2, Chapter 23
Aristotle, Ῥητορική 2.23.24
Not analysed yet
ἄλλος τοῖς προδιαβεβλημένοις καὶ ἀνθρώποις καὶ πράγμασιν, ἢ δοκοῦσι, τὸ λέγειν τὴν αἰτίαν τοῦ παραδόξου· ἔστιν γάρ τι διʼ ὃ φαίνεται· οἷον, ὑποβεβλημένης τινὸς τὸν αὑτῆς υἱόν, διὰ τὸ ἀσπάζεσθαι ἐδόκει συνεῖναι τῷ μειρακίῳ, λεχθέντος δὲ τοῦ αἰτίου ἐλύθη ἡ διαβολή· καὶ οἷον ἐν τῷ Αἴαντι τῷ Θεοδέκτου Ὀδυσσεὺς λέγει πρὸς τὸν Αἴαντα διότι ἀνδρειότερος ὢν τοῦ Αἴαντος οὐ δοκεῖ.