Ancient Greek · ~2 min
Book 2, Chapter 23
Aristotle, Ῥητορική 2.23.29
Not analysed yet
ἄλλος ἀπὸ τοῦ ὀνόματος, οἷον ὡς ὁ Σοφοκλῆς σαφῶς σιδήρῳ καὶ φοροῦσα τοὔνομα, Soph. fr. 597 καὶ ὡς ἐν τοῖς τῶν θεῶν ἐπαίνοις εἰώθασι λέγειν, καὶ ὡς Κόνων Θρασύβουλον θρασύβουλον ἐκάλει, καὶ Ἡρόδικος Θρασύμαχον ἀεὶ θρασύμαχος εἶ, καὶ Πῶλον ἀεὶ σὺ πῶλος εἶ, καὶ Δράκοντα τὸν νομοθέτην, ὅτι οὐκ ἀνθρώπου οἱ νόμοι ἀλλὰ δράκοντος (χαλεποὶ γάρ)· καὶ ὡς ἡ Εὐριπίδου Ἑκάβη εἰς τὴν Ἀφροδίτην καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς, Eur. Hec. 990 καὶ ὡς Χαιρήμων Πενθεὺς ἐσομένης συμφορᾶς ἐπώνυμος. Chaeremon fr. 4