Ancient Greek · ~1 min
2.23.9 to 2.23.10
Aristotle, Ῥητορική 2.23.9-10
Not analysed yet
ἄλλος ἐκ τοῦ ποσαχῶς, οἷον ἐν τοῖς Τοπικοῖς περὶ τοῦ ὀρθῶς. ἄλλος ἐκ διαιρέσεως, οἷον εἰ πάντες τριῶν ἕνεκεν ἀδικοῦσιν (ἢ τοῦδε γὰρ ἕνεκα ἢ τοῦδε ἢ τοῦδε), καὶ διὰ μὲν τὰ δύο ἀδύνατον, διὰ δὲ τὸ τρίτον οὐδʼ αὐτοί φασιν.