Ancient Greek · ~1 min
Book 2, Chapter 24
Aristotle, Ῥητορική 2.24.1
Not analysed yet
ἐπεὶ δʼ ἐνδέχεται τὸν μὲν εἶναι συλλογισμόν, τὸν δὲ μὴ εἶναι μὲν φαίνεσθαι δέ, ἀνάγκη καὶ ἐνθύμημα τὸ μὲν εἶναι, τὸ δὲ μὴ εἶναι ἐνθύμημα φαίνεσθαι δέ, ἐπείπερ τὸ ἐνθύμημα συλλογισμός τις.