# Ῥητορική 2.4.11-23

Aristotle, Ῥητορική, 2.4.11 to 2.4.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-18/2.4.11

καὶ τοὺς ἀπράγμονας διὰ τὸ αὐτό. καὶ οἷς βουλόμεθα φίλοι εἶναι, ἂν φαίνωνται βουλόμενοι· εἰσὶ δὲ τοιοῦτοι οἵ τʼ ἀγαθοὶ κατʼ ἀρετὴν καὶ οἱ εὐδόκιμοι ἢ ἐν ἅπασιν ἢ ἐν τοῖς βελτίστοις ἢ ἐν τοῖς θαυμαζομένοις ὑφʼ αὑτῶν ἢ ἐν τοῖς θαυμάζουσιν αὐτούς. ἔτι τοὺς ἡδεῖς συνδιαγαγεῖν καὶ συνδιημερεῦσαι· τοιοῦτοι δʼ οἱ εὔκολοι καὶ μὴ ἐλεγκτικοὶ τῶν ἁμαρτανομένων καὶ μὴ φιλόνικοι μηδὲ δυσέριδες (πάντες γὰρ οἱ τοιοῦτοι μαχητικοί, οἱ δὲ μαχόμενοι τἀναντία φαίνονται βούλεσθαι), καὶ οἱ ἐπιδέξιοι καὶ τῷ τωθάσαι καὶ τῷ ὑπομεῖναι· ἐπὶ ταὐτὸ γὰρ ἀμφοτέρως σπεύδουσι τῷ πλησίον, δυνάμενοί τε σκώπτεσθαι καὶ ἐμμελῶς σκώπτοντες. καὶ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα ἀγαθά, καὶ τούτων μάλιστα ἃ φοβοῦνται μὴ ὑπάρχειν αὐτοῖς. καὶ τοὺς καθαρείους περὶ ὄψιν, περὶ ἀμπεχόνην, περὶ ὅλον τὸν βίον. καὶ τοὺς μὴ ὀνειδιστὰς μήτε τῶν ἁμαρτημάτων μήτε τῶν εὐεργετημάτων· ἀμφότεροι γὰρ ἐλεγκτικοί. καὶ τοὺς μὴ μνησικακοῦντας, μηδὲ φυλακτικοὺς τῶν ἐγκλημάτων, ἀλλʼ εὐκαταλλάκτους· οἵους γὰρ ἂν ὑπολαμβάνωσιν εἶναι πρὸς τοὺς ἄλλους, καὶ πρὸς αὑτοὺς οἴονται. καὶ τοὺς μὴ κακολόγους μηδὲ εἰδότας μήτε τὰ τῶν πλησίον κακὰ μήτε τὰ αὐτῶν, ἀλλὰ τἀγαθά· ὁ γὰρ ἀγαθὸς ταῦτα δρᾷ. καὶ τοὺς μὴ ἀντιτείνοντας τοῖς ὀργιζομένοις ἢ σπουδάζουσιν· μαχητικοὶ γὰρ οἱ τοιοῦτοι. καὶ τοὺς πρὸς αὐτοὺς σπουδαίως πως ἔχοντας, οἷον θαυμάζοντας αὐτοὺς καὶ σπουδαίους ὑπολαμβάνοντας καὶ χαίροντας αὐτοῖς, καὶ ταῦτα μάλιστα πεπονθότας περὶ ἃ μάλιστα βούλονται αὐτοὶ ἢ θαυμάζεσθαι ἢ σπουδαῖοι δοκεῖν εἶναι ἢ ἡδεῖς. καὶ τοὺς ὁμοίους καὶ ταὐτὰ ἐπιτηδεύοντας, ἐὰν μὴ παρενοχλῶσι μηδʼ ἀπὸ ταὐτοῦ ᾖ ὁ βίος· γίγνεται γὰρ οὕτω τὸ κεραμεὺς κεραμεῖ. Hes. WD 25 καὶ τοὺς τῶν αὐτῶν ἐπιθυμοῦντας, ὧν ἐνδέχεται ἅμα μετέχειν αὐτούς· εἰ δὲ μή, ταὐτὸ καὶ οὕτω συμβαίνει. καὶ πρὸς οὓς οὕτως ἔχουσιν ὥστε μὴ αἰσχύνεσθαι τὰ πρὸς δόξαν, μὴ καταφρονοῦντες.

---

Aristotle, Ῥητορική, ed. William David Ross. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg038.local001/.
