Ancient Greek
Book 2, Chapter 5
Aristotle, Ῥητορική 2.5.12
Not analysed yet
πάντα δὲ τὰ φοβερὰ φοβερώτερα ὅσα ἁμαρτάνουσιν ἐπανορθώσασθαι μὴ ἐνδέχεται, ἀλλʼ ἢ ὅλως ἀδύνατα, ἢ μὴ ἐπʼ αὐτοῖς ἀλλʼ ἐπὶ τοῖς ἐναντίοις. καὶ ὧν βοήθειαι μή εἰσιν ἢ μὴ ῥᾴδιαι. ὡς δʼ ἁπλῶς εἰπεῖν, φοβερά ἐστιν ὅσα ἐφʼ ἑτέρων γιγνόμενα ἢ μέλλοντα ἐλεεινά ἐστιν. τὰ μὲν οὖν φοβερὰ καὶ ἃ φοβοῦνται σχεδὸν ὡς εἰπεῖν τὰ μέγιστα ταῦτʼ ἐστίν, ὡς δὲ διακείμενοι αὐτοὶ φοβοῦνται, νῦν λέγωμεν.