Ancient Greek
2.5.21 to 2.5.22
Aristotle, Ῥητορική 2.5.21-22
Not analysed yet
καὶ ὅλως ἂν τὰ πρὸς τοὺς θεοὺς αὐτοῖς καλῶς ἔχῃ, τά τε ἄλλα καὶ τὰ ἀπὸ σημείων καὶ λογίων· θαρραλέον γὰρ ἡ ὀργή, τὸ δὲ μὴ ἀδικεῖν ἀλλʼ ἀδικεῖσθαι ὀργῆς ποιητικόν, τὸ δὲ θεῖον ὑπολαμβάνεται βοηθεῖν τοῖς ἀδικουμένοις. καὶ ὅταν ἐπιχειροῦντες ἢ μηδὲν ἂν παθεῖν ἢ κατορθώσειν οἴωνται. καὶ περὶ μὲν τῶν φοβερῶν καὶ θαρραλέων εἴρηται.