Ancient Greek · ~2 min
Book 2, Chapter 6
Aristotle, Ῥητορική 2.6.13
Not analysed yet
πάσχοντες δὲ ἢ πεπονθότες ἢ πεισόμενοι τὰ τοιαῦτα αἰσχύνονται ὅσα εἰς ἀτιμίαν φέρει καὶ ὀνείδη· ταῦτα δʼ ἐστὶ τὰ εἰς ὑπηρετήσεις ἢ σώματος ἢ ἔργων αἰσχρῶν, ὧν ἐστιν τὸ ὑβρίζεσθαι. καὶ τὰ μὲν εἰς ἀκολασίαν καὶ ἑκόντα καὶ ἄκοντα, τὰ δʼ εἰς βίαν ἄκοντα· ἀπὸ ἀνανδρίας γὰρ ἢ δειλίας ἡ ὑπομονὴ καὶ τὸ μὴ ἀμύνεσθαι. ἃ μὲν οὖν αἰσχύνονται, ταῦτʼ ἐστὶ καὶ τὰ τοιαῦτα·