Ancient Greek · ~2 min
3.10.5 to 3.10.6
Aristotle, Ῥητορική 3.10.5-6
Not analysed yet
κατὰ μὲν οὖν τὴν διάνοιαν τοῦ λεγομένου τὰ τοιαῦτα εὐδοκιμεῖ τῶν ἐνθυμημάτων, κατὰ δὲ τὴν λέξιν τῷ μὲν σχήματι, ἐὰν ἀντικειμένως λέγηται, οἷον καὶ τὴν τοῖς ἄλλοις κοινὴν εἰρήνην νομιζόντων τοῖς αὑτῶν ἰδίοις πόλεμον· ἀντίκειται πόλεμος εἰρήνῃ· τοῖς δʼ ὀνόμασιν, ἐὰν ἔχῃ μεταφοράν, καὶ ταύτην μήτʼ ἀλλοτρίαν, χαλεπὸν γὰρ συνιδεῖν, μήτʼ ἐπιπόλαιον, οὐδὲν γὰρ ποιεῖ πάσχειν. ἔτι εἰ πρὸ ὀμμάτων ποιεῖ· ὁρᾶν γὰρ δεῖ πραττόμενα μᾶλλον ἢ μέλλοντα. δεῖ ἄρα τούτων στοχάζεσθαι τριῶν, μεταφορᾶς ἀντιθέσεως ἐνεργείας.