Ancient Greek · ~1 min
Book 3, Chapter 11
Aristotle, Ῥητορική 3.11.16
Not analysed yet
εἰσὶ δʼ αἱ ὑπερβολαὶ μειρακιώδεις· σφοδρότητα γὰρ δηλοῦσιν. διὸ ὀργιζόμενοι λέγουσιν μάλιστα· οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε. κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δʼ Ἀθηναίῃ· Hom. Il. 9. 385 διὸ πρεσβυτέρῳ λέγειν ἀπρεπές· χρῶνται δὲ μάλιστα τούτῳ Ἀττικοὶ ῥήτορες.