Ancient Greek · ~2 min
Book 3, Chapter 12
Aristotle, Ῥητορική 3.12.5
Not analysed yet
ἡ μὲν οὖνδημηγορικὴ λέξις καὶ παντελῶς ἔοικεν τῇ σκιαγραφίᾳ· ὅσῳ γὰρ ἂν πλείων ᾖ ὁ ὄχλος, πορρώτερον ἡ θέα, διὸ τὰ ἀκριβῆ περίεργα καὶ χείρω φαίνεται ἐν ἀμφοτέροις· ἡ δὲ δικανικὴ ἀκριβεστέρα. ἔτι δὲ μᾶλλον ἡ ἐν ἑνὶ κριτῇ· ἐλάχιστον γὰρ ἔνεστι ῥητορικῆς· εὐσύνοπτον γὰρ μᾶλλον τὸ οἰκεῖον τοῦ πράγματος καὶ τὸ ἀλλότριον, καὶ ὁ ἀγὼν ἄπεστιν, ὥστε καθαρὰ ἡ κρίσις. διὸ οὐχ οἱ αὐτοὶ ἐν πᾶσιν τούτοις εὐδοκιμοῦσιν ῥήτορες· ἀλλʼ ὅπου μάλιστα ὑπόκρισις, ἐνταῦθα ἥκιστα ἀκρίβεια ἔνι. τοῦτο δὲ ὅπου φωνῆς, καὶ μάλιστα ὅπου μεγάλης. ἡ μὲν οὖν ἐπιδεικτικὴ λέξις γραφικωτάτη· τὸ γὰρ ἔργον αὐτῆς ἀνάγνωσις·