Ancient Greek · ~2 min
Book 3, Chapter 14
Aristotle, Ῥητορική 3.14.10
Not analysed yet
ὅτι δὲ πρὸς τὸν ἀκροατὴν οὐχ ᾗπερ ἀκροατής, δῆλον· πάντες γὰρ ἢ διαβάλλουσιν ἢ φόβους ἀπολύονται ἐν τοῖς προοιμίοις· ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως σπουδῆς ὕπο, Soph. Ant. 223 τί φροιμιάζῃ; ,Eur. IT 1162 καὶ οἱ πονηρὸν τὸ πρᾶγμα ἔχοντες ἢ δοκοῦντες· πανταχοῦ γὰρ βέλτιον διατρίβειν ἢ ἐν τῷ πράγματι, διὸ οἱ δοῦλοι οὐ τὰ ἐρωτώμενα λέγουσιν ἀλλὰ τὰ κύκλῳ, καὶ προοιμιάζονται.