Ancient Greek · ~3 min
Book 3, Chapter 16
Aristotle, Ῥητορική 3.16.10
Not analysed yet
ἔτι ἐκ τῶν παθητικῶν λέγε διηγούμενος καὶ τὰ ἑπόμενα ἃ ἴσασι, καὶ τὰ ἴδια ἢ σεαυτῷ ἢ ἐκείνῳ προσόντα· ὁ δʼ ᾤχετό με ὑποβλέψας. καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης, ὅτι διασίζων, τοῖν χειροῖν διασείων· πιθανὰ γάρ, διότι σύμβολα γίγνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν. πλεῖστα δὲ τοιαῦτα λαβεῖν ἐξ Ὁμήρου ἔστιν· ὧς ἄρʼ ἔφη, γρῆυς δὲ κατέσχετο χερσὶ πρόσωπα· Hom. Od. 19. 361 οἱ γὰρ δακρύειν ἀρχόμενοι ἐπιλαμβάνονται τῶν ὀφθαλμῶν. καὶ εὐθὺς εἴσαγε καὶ σεαυτὸν ποιόν τινα, ἵνα ὡς τοιοῦτον θεωρῶσιν, καὶ τὸν ἀντίδικον· λανθάνων δὲ ποίει. ὅτι δὲ ῥᾴδιον, ὅρα ἐκ τῶν ἀπαγγελλόντων· περὶ ὧν γὰρ μηθὲν ἴσμεν, ὅμως λαμβάνομεν ὑπόληψιν τινά. πολλαχοῦ δὲ δεῖ διηγεῖσθαι, καὶ ἐνίοτε οὐκ ἐν ἀρχῇ.