Ancient Greek · ~5 min
3.16.5 to 3.16.8
Aristotle, Ῥητορική 3.16.5-8
Not analysed yet
παραδιηγεῖσθαι δὲ ὅσα εἰς τὴν σὴν ἀρετὴν φέρει (οἷον ἐγὼ δʼ ἐνουθέτουν, ἀεὶ τὰ δίκαια λέγων, μὴ τὰ τέκνα ἐγκαταλείπειν), ἢ θατέρου κακίαν· ὁ δὲ ἀπεκρίνατό μοι ὅτι, οὗ ἂν ᾖ αὐτός, ἔσται ἄλλα παιδία, ὃ τοὺς ἀφισταμένους Αἰγυπτίους ἀποκρίνασθαί φησιν ὁ Ἡρόδοτος· ἢ ὅσα ἡδέα τοῖς δικασταῖς. ἀπολογουμένῳ δὲ ἐλάττων ἡ διήγησις· αἱ γὰρ ἀμφισβητήσεις ἢ μὴ γεγονέναι ἢ μὴ βλαβερὸν εἶναι ἢ μὴ ἄδικον ἢ μὴ τηλικοῦτον, ὥστε περὶ τὸ ὁμολογούμενον οὐ διατριπτέον, ἐὰν μή τι εἰς ἐκεῖνο συντείνῃ, οἷον εἰ πέπρακται, ἀλλʼ οὐκ ἄδικον. ἔτι πεπραγμένα δεῖ λέγειν ὅσα μὴ πραττόμενα ἢ οἶκτον ἢ δείνωσιν φέρει· παράδειγμα ὁ Ἀλκίνου ἀπόλογος, ὃς πρὸς τὴν Πηνελόπην ἐν ἑξήκοντα ἔπεσιν πεποίηται, καὶ ὡς Φάϋλλος τὸν κύκλον, καὶ ὁ ἐν τῷ Οἰνεῖ πρόλογος. ἠθικὴν δὲ χρὴ τὴν διήγησιν εἶναι· ἔσται δὲ τοῦτο, ἂν εἰδῶμεν τί ἦθος ποιεῖ. ἓν μὲν δὴ τὸ προαίρεσιν δηλοῦν, ποιὸν δὲ τὸ ἦθος τῷ ποιὰν ταύτην, ἡ δὲ προαίρεσις ποιὰ τῷ τέλει· διὰ τοῦτο δʼ οὐκ ἔχουσιν οἱ μαθηματικοὶ λόγοι ἤθη, ὅτι οὐδὲ προαίρεσιν (τὸ γὰρ οὗ ἕνεκα οὐκ ἔχουσιν), ἀλλʼ οἱ Σωκρατικοί· περὶ τοιούτων γὰρ λέγουσιν.