Ancient Greek · ~1 min
Book 3, Chapter 17
Aristotle, Ῥητορική 3.17.17
Not analysed yet
δεῖ δὲ καὶ μεταβάλλειν τὰ ἐνθυμήματα καὶ γνώμας ποιεῖν ἐνίοτε, οἷον χρὴ δὲ τὰς διαλλαγὰς ποιεῖν τοὺς νοῦν ἔχοντας εὐτυχοῦντας· οὕτω γὰρ ἂν μέγιστα πλεονεκτοῖεν, ἐνθυμηματικῶς δὲ εἰ γὰρ δεῖ, ὅταν ὠφελιμώταται ὦσιν καὶ πλεονεκτικώταται αἱ καταλλαγαί, τότε καταλλάττεσθαι, εὐτυχοῦντας δεῖ καταλλάττεσθαι.