Ancient Greek · ~2 min
Book 3, Chapter 2
Aristotle, Ῥητορική 3.2.12
Not analysed yet
ἔτι δὲ οὐ πόρρωθεν δεῖ ἀλλʼ ἐκ τῶν συγγενῶν καὶ τῶν ὁμοειδῶν μεταφέρειν ἐπὶ τὰ ἀνώνυμα ὠνομασμένως ὃ λεχθὲν δῆλόν ἐστιν ὅτι συγγενές (ὁἷον ἐν τῷ αἰνίγματι τῷ εὐδοκιμοῦντι ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα· ἀνώνυμον γὰρ τὸ πάθος, ἔστι δʼ ἄμφω πρόσθεσίς τις· κόλλησιν τοίνυν εἶπε τὴν τῆςσικύας προσβολήν), καὶ ὅλως ἐκ τῶν εὖ ᾐνιγμένων ἔστι μεταφορὰς λαβεῖν ἐπιεικεῖς· μεταφοραὶ γὰρ αἰνίττονται, ὥστε δῆλον ὅτι εὖ μετενήνεκται.