Ancient Greek · ~1 min
3.4.1 to 3.4.2
Aristotle, Ῥητορική 3.4.1-2
Not analysed yet
ἔστιν δὲ καὶ ἡ εἰκὼν μεταφορά· διαφέρει γὰρ μικρόν· ὅταν μὲν γὰρ εἴπῃ ὡς δὲ λέων ἐπόρουσεν ,εἰκών ἐστιν, ὅταν δὲ λέων ἐπόρουσε, μεταφορά· διὰ γὰρ τὸ ἄμφω ἀνδρείους εἶναι, προσηγόρευσεν μετενέγκας λέοντα τὸν Ἀχιλλέα. χρήσιμον δὲ ἡ εἰκὼν καὶ ἐν λόγῳ, ὀλιγάκις δέ· ποιητικὸν γάρ. οἰστέαι δὲ ὥσπερ αἱ μεταφοραί· μεταφοραὶ γάρ εἰσι, διαφέρουσαι τῷ εἰρημένῳ.