Ancient Greek · ~3 min
Book 3, Chapter 5
Aristotle, Ῥητορική 3.5.4
Not analysed yet
τρίτον μὴ ἀμφιβόλοις. τοῦτο δʼ ἂν μὴ τἀναντία προαιρῆται, ὅπερ ποιοῦσιν ὅταν μηδὲν μὲν ἔχωσι λέγειν, προσποιῶνται δέ τι λέγειν· οἱ γὰρ τοιοῦτοι ἐν ποιήσει λέγουσιν ταῦτα, οἷον Ἐμπεδοκλῆς· φενακίζει γὰρ τὸ κύκλῳ πολὺ ὄν, καὶ πάσχουσιν οἱ ἀκροαταὶ ὅπερ οἱ πολλοὶ παρὰ τοῖς μάντεσιν· ὅταν γὰρ λέγωσιν ἀμφίβολα, συμπαρανεύουσιν— Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει Hdt. 1. 53, Hdt. 1. 91 —καὶ διὰ τὸ ὅλως ἔλαττον εἶναι ἁμάρτημα διὰ τῶν γενῶν τοῦ πράγματος λέγουσιν οἱ μάντεις· τύχοι γὰρ ἄν τις μᾶλλον ἐν τοῖς ἀρτιασμοῖς ἄρτια ἢ περισσὰ εἰπὼν μᾶλλον ἢ πόσα ἔχει, καὶ τὸ ὅτι ἔσται ἢ τὸ πότε, διὸ οἱ χρησμολόγοι οὐ προσορίζονται τὸ πότε. ἅπαντα δὴ ταῦτα ὅμοια, ὥστʼ ἂν μὴ τοιούτου τινὸς ἕνεκα, φευκτέον.