Ancient Greek
Book 3, Chapter 7
Aristotle, Ῥητορική 3.7.10
Not analysed yet
ἔτι τοῖς ἀνάλογον μὴ πᾶσιν ἅμα χρήσασθαι (οὕτω γὰρ κλέπτεται ὁ ἀκροατής)· λέγω δὲ οἷον ἐὰν τὰ ὀνόματα σκληρὰ ᾖ, μὴ καὶ τῇ φωνῇ καὶ τῷ προσώπῳ τοῖς ἁρμόττουσιν· εἰ δὲ μή, φανερὸν γίνεται ἕκαστον ὅ ἐστιν. ἐὰν δὲ τὸ μὲν τὸ δὲ μή, λανθάνει ποιῶν τὸ αὐτό. ἐὰν οὖν τὰ μαλακὰ σκληρῶς καὶ τὰ σκληρὰ μαλακῶς λέγηται, πιθανὸν γίγνεται.