Ancient Greek · ~4 min
Book 3, Chapter 9
Aristotle, Ῥητορική 3.9.9
Not analysed yet
ἀντίθεσις μὲν οὖν τὸ τοιοῦτον ἐστίν, παρίσωσις δʼ ἐὰν ἴσα τὰ κῶλα, παρομοίωσις δὲ ἐὰν ὅμοια τὰ ἔσχατα ἔχῃ ἑκάτερον τὸ κῶλον· ἀνάγκη δὲ ἢ ἐν ἀρχῇ ἢ ἐπὶ τελευτῆς ἔχειν, καὶ ἐν ἀρχῇ μὲν ἀεὶ τὰ ὀνόματα, ἐπὶ δὲ τελευτῆς τὰς ἐσχάτας συλλαβὰς ἢ τοῦ αὐτοῦ ὀνόματος πτώσεις ἢ τὸ αὐτὸ ὄνομα· ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα, ἀγρὸν γὰρ ἔλαβεν ἀργὸν παρʼ αὐτοῦ, δωρητοί τʼ ἐπέλοντο παράρρητοί τʼ ἐπέεσσιν· Hom. Il. 9. 526 ἐπὶ τελευτῆς δέ ᾠήθης ἂν αὐτὸν οὐ παιδίον τετοκέναι, ἀλλʼ αὐτὸν παιδίον γεγονέναι, ἐν πλείσταις δὲ φροντίσι καὶ ἐν ἐλαχίσταις ἐλπίσιν. πτώσεις δὲ ταὐτοῦ ἀξιοῖ δὲ σταθῆναι χαλκοῦς, οὐκ ἄξιος ὢν χαλκοῦ; ταὐτὸ δʼ ὄνομα σὺ δʼ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς καὶ νῦν γράφεις κακῶς. ἀπὸ συλλαβῆς δέ τί ἂν ἔπαθες δεινόν, εἰ ἄνδρʼ εἶδες ἀργόν; ἔστιν δὲ ἅμα πάντα ἔχειν ταὐτό, καὶ ἀντίθεσιν εἶναι τὸ αὐτὸ καὶ πάρισον καὶ ὁμοιοτέλευτον. αἱ δʼ ἀρχαὶ τῶν περιόδων σχεδὸν ἐν τοῖς Θεοδεκτείοις ἐξηρίθμηνται.