Ancient Greek · ~1 min
Chapter 6
Aristotle, Περί χρωμάτων 6.27
Not analysed yet
Διὸ καὶ τὰ λοιπὰ τῶν ζῴων, τά τ᾽ ἔνυδρα καὶ τὰ ἑρπετὰ καὶ τὰ κογχύλια, παντοδαπὰς ἴσχει χρωμάτων μορφάς, πολλῆς καὶ τούτοις τῆς πέψεως γινομένης. Τὴν μὲν οὖν περὶ τὰ χρώματα θεωρίαν μάλιστ᾽ ἄν τις ἐκ τῶν εἰρημένων δύναιτο συνιδεῖν.