Ancient Greek · ~2 min
1.2.14 to 1.2.15
Aristotle, Περὶ φυτῶν 1.2.14-15
Not analysed yet
Οὐ γἀρ ὅτε μίγνυνται τὰ γένη, καὶ αἱ δυνάμεις αὑτῶν μετὰ ταῦτα γίνονται κεχωρισμέναι. Εἰ γοῦν ἡ φύσις ἔμιξε τὸ ἄρρεν μετὰ τοῦ θήλεος, καλῶς προέβη, ὅτι οὐχ εύρίσκομεν ἐνέργειάν τινα ἐν τοῖς φυτοῖς παρὰ τὴν γένεσιν τῶν καρπῶν. Οὐδὲ γάρ ἐστι ζῷον κεχωρισμένον τοῦ θήλεος εἰ μὴ ἐν ὥραις αἷς οὐ συνἀπτεται. Τοῦτο δέ ἐστι διὰ τὰς πολλὰς ἐνεργείας αὐτοῦ καὶ διὰ τὰς πολλὰς αὐτοῦ ἐπιστήμας.