Ancient Greek · ~4 min
1.3.13 to 1.3.15
Aristotle, Περὶ φυτῶν 1.3.13-15
Not analysed yet
Ὀφείλομεν οὖν εἰπεῖν περὶ τῶν πραγμάτων ὦν πρότερον ἰστορήσαμεν, καὶ ἄρξασθαι ἀπαριθμεῖν τὰ ἴδια μέρη τῶν φυτῶν καὶ τὰ κοινά καὶ τὰς τούτων διαφοράς. Λέγομεν τοίνυν ὡς ἐπὶ τοῖς μέρεσι τῶν φυτῶν ἐστὶ μεγάλη διαφορὰ ἐν τῷ πλήθει καὶ ἐν τῇ ὀλιγότητι, ἐν τῷ μεγέθει καὶ ἐν τῇ σμικρότητι, ἐν τῇ δυνάμει καὶ ἐν τῆ ἀσθενείᾳ. Τοῦτο δέ ἐστιν ὅτι ὁ χυμὸς ὁ ἐν τοῖς μεγάλοις δένδροις ἐν τισὶ μέν ἐστιν ὡς γάλα, οἶον ἐπὶ τῆς συκῆς, ἐν τισὶν ὅμοιος ὑγρᾷ πίσσῃ, ὡς ὁ χυμὸς ὁ στάζων ἐκ τῆς ἀμπέλου, ἐν τισὶ δὲ ἀρχέγονος, ὡς ἐν τῷ ὁριγάνῳ καὶ ἐν φυτῷ τῷ λεγομένῳ ὀπιγαῒς καὶ ἐν ἄλλοις. Πάλιν ἔστι φυτὸν τὸ ἔχον μέρη ξηρά, ἕτερον ὑγρά, καὶ τά τοιαῦτα. Καὶ ἔστι τὸ ἔχον μέρη διακεκριμένα, οὔτε ὅμοια οὔτε ἶσα. Καὶ τινὰ ἔχει μέρη ὅμοια μέν, οὐκ ἶσα δέ· τινὰ ἶσα μέν, οὐχ ὅμοια δέ.