Ancient Greek · ~7 min
1.4.10 to 1.4.15
Aristotle, Περὶ φυτῶν 1.4.10-15
Not analysed yet
Καὶ τινὰ μὲν κατὰ πάν ἔτος γεννῶνται καὶ ξηραίνονται, ὡς σῖτος καὶ τὰ παραπλήσια, τινὰ δ’ οὔ. Οὐ δυνάμεθα δὲ ταῦτα πάντα ἐπίστασθαι εἰ μὴ διὰ συλλογισμῶν καὶ παραδειγμάτων καὶ ὑπογραφῶν. Πάλιν εἰσὶ βοτάναι εἰς δύο ἄκρα κλίνουσαι, ὡς τὸ λεγόμενον λάχανον βασιλικόν. Εἰσὶ δὲ ἄλλαι αἱ λεγόμεναι ἐν ταὐτῷ βοτάναι καὶ λάχανα· καί τινες ἄλλαι αἳ ἐν τῷ γεννάσθαι μὲν πρώτως φαίνονται ἐν σχήματι στάχυος, μετὰ ταῦτα δὲ γίνονται δένδρα, ὡς οἱ Ἀραβικοὶ βέντελοι καὶ τὸ φυτὸν τὸ λεγόμενον ἡλιοσκόπιον. Μυρσίνη δὲ καὶ μηλέα καὶ ὄχνη καὶ τὰ λοιπὰ ὅμοια δένδρα εἰς τοῦτο τὸ γένος περιέχονται, ὦν πολλοὶ καὶ μάταιοί εἰσι κλάδοι, ἐκ τῶν ῥιζῶν αὐτῶν φυόμενοι. Καὶ διὰ τοῦτο πρέπον προσδιορίζειν ταῦτα, ἵνα ὦσιν εἰς παράδειγμα καὶ συλλογισμόν· οὐ γὰρ ὀφείλομεν διερευνᾶν ὁρισμούς ἐν πᾶσι, Πάλιν τῶν φυτῶν τὰ μέν εἰσὶ κατοικίδια, τὰ δὲ κηπαῖα, καὶ ἕτερα ἄγρια. Τοιουτοτρόπως δὲ λέγομεν ὄχνας καὶ ἄλλα τοιαῦτα εἴδη φυτῶν ἄγρια, ὅτι οὐκ εἰσὶν ἐξ ἐπιμελείας γεωργικῆς. Πάλιν τῶν φυτῶν τινὰ μὲν ποιοῦσι καρπόν, τινὰ δ’ οὔ, ὡς ἰτέαι καί τινα εἴδη δρυῶν. Καὶ τινὰ μὲν ποιοῦσιν ἔλαιον, τινὰ δ’ οὐχί. Καὶ τινὰ μὲν ποιοῦσι φύλλα, τινὰ δ’ οὔ. Καὶ τινῶν πίπτουσι τὰ φύλλα, τινῶν δ’ οὔ. Καὶ τισὶ μὲν γίνονται κλάδοι, τισὶ δ’ οὔ. Περὶ διαφορᾶς γοῦν τῶν φυτῶν ἐν μεγέθει καὶ σμικρότητι, ἐν ὡραιότητι καὶ ἀμορφίᾳ, ἐν χρηστότητι καρπῶν καὶ κακίᾳ πολλὰ ἔστιν εἰπεῖν. Πάλιν τὰ ἄγρια δένδρα μᾶλλον καρποφοροῦσι παρὰ τὰ κηπαῖα, καὶ οἱ καρποὶ τῶν κηπαίων κρείττονές εἰσι τῶν ἀγρίων. Καὶ τινὰ μὲν τῶν φυτῶν γεννῶνται ἐν τόποις ξηροῖς, τινὰ δὲ ἐν θαλάσσῃ· καὶ τινὰ μὲν ἐν ποταμοῖς, ἄλλα δὲ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ· καὶ τινὰ ἐν τόποις μὲν ἄλλοις μεγάλα, ἐν ἑτέροις δὲ μικρά.